Post

Visualizzazione dei post con l'etichetta Antichità Romane

I figli di Tarquinio Versione di Greco Dionigi di Alicarnasso

Ο Ταρκύνιος  τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τῖτον ὑπὲρ τοῦ λοιμοῦ·  τήν τ᾽ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος   συνέπεμψε  τὸν Βροῦτον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν , ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν . Ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν ἐπέμφθησαν , ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες , ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι ·  ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου , μετὰ τοῦτ´ ἠρώτων τὸν θεόν τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν , ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε , τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι . Οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν , ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη , προσκύψας κατεφίλησε...

Un prodigio favorevole agli Etruschi

  Versione di greco Οἱ δὲ Τυρρηνοὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς   συμμαχεῖν . τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν  πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε , τὰ δὲ περιέκαυσε , τὰ δ' εἰς τέλος ἠφάνισεν · ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας   ἐχρῆτο , καὶ τῶν θεραπόντων τινάς. λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος  κ ατεστρατοπέδευσε . μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, δι' ἃς αἰτίας ἐγένετο , παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν· οἵ τε μάντ...