Grande equità di Solone Versione greco Aristotele
Versione di greco Διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν , τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες , βουλόμενος μήτε ταῦτα κινεῖν , μήτ᾽ ἀπεχθάνεσθαι παρών , ἀποδημίαν ἐποιήσατο κατ᾽ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, εἰπὼν ὡς οὐχ ἥξει δέκα ἐτῶν. Οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών , ἀλλ᾽ ἕκαστον τὰ γεγραμμένα ποιεῖν . Ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὺς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν. Ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾽ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν , ἢ μικρὸν παραλλάξειν . Ὁ δὲ Σόλων ἀμφοτέροις ἠναντιώθη , καὶ ἐξὸν αὐτῷ μεθ᾽ ὁποτέρων ἐβούλετο συστάντα τυραννεῖν , εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι , σώσας τὴν πατρίδα καὶ τὰ βέλτιστα νομοθετήσας . Ταῦτα δ᾽ ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τ᾽ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν...