Post

Visualizzazione dei post con l'etichetta bolla

Luciano Gli uomini sono come bolle

La caducità della vita umana è stata affrontata da tantissimi autori del passato, tra i quali spicca Luciano il quale è stato il creatore della similitudine fra gli uomini e le bolle, poi ripresa da altri scrittori tra i quali Seneca. ΛΟΥΚΙΑΝΟΣ Χάρων ἢ Ἐπισκοποῦντες [19]  Ἐθέλω δ᾽ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν , ᾧτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν. ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῷ τινι καταράττοντι ἀνισταμένας ; τὰς φυσαλλίδας λέγω, ἀφ᾽ ὧν συναγείρεται ὁ ἀφρός· ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέσβησαν , αἱ δ᾽ ἐπὶ πλέον διαρκοῦσι · καὶ προσχωρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται , ἔπειτα μέντοι κἀκεῖναι πάντως ἐξερράγησάν ποτε· οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι . τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος· ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι ἐπαύσαντο · πᾶσι δ᾽ οὖν ἀπορραγῆναι ἀ...