Cura scrupolosa per le piante sacre
Versione di Greco ἐπίστασθε γὰρ ἐν τῷ πεδίῳ πολλὰς μορίας οὔσας καὶ πυρκαϊὰς ἐν τοῖς ἄλλοις τοῖς ἐμοῖς χωρίοις , ἅς , εἴπερ ἐπεθύμουν , πολὺ ἦν ἀσφαλέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι , ὅσῳπερ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι . νῦν δ' οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα καὶ τὴν ἄλλην οὐσίαν , ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον . αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι , ἐπιμελουμένους μὲν ἑκάστου μηνός , ἐπιγνώμονας δὲ πέμποντας καθ' ἕκαστον ἐνια...