Passa ai contenuti principali

Post

Visualizzazione dei post con l'etichetta Lisia

Cura scrupolosa per le piante sacre

Versione di Greco ἐπίστασθε   γὰρ   ἐν τῷ   πεδίῳ   πολλὰς   μορίας   οὔσας   καὶ  πυρκαϊὰς   ἐν τοῖς   ἄλλοις   τοῖς   ἐμοῖς  χωρίοις ,  ἅς ,  εἴπερ   ἐπεθύμουν ,  πολὺ   ἦν   ἀσφαλέστερον   καὶ   ἀφανίσαι   καὶ   ἐκκόψαι   καὶ   ἐπεργάσασθαι ,  ὅσῳπερ   ἧττον   τὸ  ἀδίκημα   πολλῶν   οὐσῶν   ἔμελλε   δῆλον  ἔσεσθαι .  νῦν   δ'   οὕτως   αὐτὰς   περὶ πολλοῦ ποιοῦμαι   ὥσπερ   καὶ   τὴν   πατρίδα   καὶ   τὴν  ἄλλην   οὐσίαν ,  ἡγούμενος   περὶ  ἀμφοτέρων   τούτων   εἶναί   μοι   τὸν  κίνδυνον .  αὐτοὺς   τοίνυν   ὑμᾶς   τούτων  μάρτυρας   παρέξομαι ,  ἐπιμελουμένους   μὲν   ἑκάστου   μηνός ,  ἐπιγνώμονας   δὲ  πέμποντας   καθ' ἕκαστον   ἐνια...

La serenità della vita matrimoniale comincia a offuscarsi

Versione di greco Lisia, "Per l'uccisione di Eratostene", 1, 6-8 [6] Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ’ ἐκείνῃ εἶναι ὅ τι ἂν ἐθέλῃ ποιεῖν , ἐφύλαττόν τε ὡς οἷόν τε ἦν , καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν . ἐπειδὴ δέ μοι παιδίον γίγνεται , ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνῃ παρέδωκα , ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι · [7] ἐν μὲν οὖν τῷ πρώτῳ χρόνῳ, ὦ Ἀθηναῖοι, πασῶν ἦν βελτίστη· καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς καὶ ἀκριβῶς πάντα διοικοῦσα · ἐπειδὴ δέ μοι ἡ μήτηρ ἐτελεύτησεν , ἣ πάντων τῶν κακῶν ἀποθανοῦσα αἰτία μοι γεγένηται –  [8] ἐπ’ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἡ ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα χρόνῳ διαφθείρεται · (in  verde  i participi , in  giallo  tutti gli altri tempi verbali,  sottolineati  i genitivi assoluti) Traduzione in italiano [6] Io dunqu...

Bisogna che i giudici condannino Alcibiade

VERSIONE DI GRECO χρὴ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτος ἀμελήσας τῆς πόλεως τὴν αὑτοῦ σωτηρίαν ἐσκέψατο , οὕτως ὑμᾶς ἀμελήσαντας τούτου τῇ πόλει τὰ βέλτιστα ψηφίσασθαι , ἄλλως τε καὶ ὅρκους ὀμωμοκότας καὶ περὶ Ἀλκιβιάδου μέλλοντας ψηφίσασθαι , ὃς ἐὰν ὑμᾶς ἐξαπατήσῃ , καταγελῶν τῆς πόλεως ἄπεισιν · οὐ γὰρ δὴ χάριν γε ὑμῖν ἀποδώσει τῇ ψήφῳ κρύβδην εὖ παθών , ὃς τῶν φίλων τοὺς φανερῶς αὐτὸν εὖ ποιήσαντας κακῶς ποιεῖ . ὑμεῖς οὖν, ὦ ἄνδρες δικασταί, τὰς τούτων δεήσεις περὶ ἐλάττονος <τῶν νόμων> ποιησάμενοι τὰ δίκαια ψηφίσασθε . ἀποδέδεικται δὲ καταλεγεὶς εἰς τοὺς ὁπλίτας καὶ λιπὼν τὴν τάξιν καὶ τῶν νόμων κωλυόντων ἀδοκίμαστος ἱππεύσας , καὶ περὶ ὧν οἱ νόμοι διαρρήδην οὔτε στρατηγὸν οὔτε ἵππαρχον οὔτε ἄλλον οὐδένα κυριώτερον ἐκείνων ἀποδεικνύουσι , περὶ τούτων ἰδιώτης ὢν τὴν ἐξουσίαν αὑτῷ δεδωκώς . TRATTO da Lisia, Orazione contro Alcibiade 2, 10-11 Traduzione in Italiano [10] Bisogna, quindi, o uomini, come questo (Alcibiade), non pensando alla città, considerava la ...