Senofonte, Anabasi, II, 37-38 [37] Mετὰ ταῦτα ἐξῆλθον φυλαττόμενοι τῶν Ἑλλήνων στρατηγοὶ μὲν Κλεάνωρ Ὀρχομένιος καὶ Σοφαίνετος Στυμφάλιος, ξὺν αὐτοῖς δὲ Ξενοφῶν Ἀθηναῖος, ὅπως μάθοι τὰ περὶ Προξένου· Χειρίσοφος δὲ ἐτύγχανεν ἀπὼν ἐν κώμῃ τινὶ ξὺν ἄλλοις ἐπισιτιζομένοις. [38] ‘Eπειδὴ δὲ ἔστησαν εἰς ἐπήκοον, εἶπεν Ἀριαῖος τάδε. Κλέαρχος μέν, ὦ ἄνδρες Ἕλληνες, ἐπεὶ ἐπιορκῶν τε ἐφάνη καὶ τὰς σπονδὰς λύων , ἔχει τὴν δίκην καὶ τέθνηκε , Πρόξενος δὲ καὶ Μένων, ὅτι κατήγγειλαν αὐτοῦ τὴν ἐπιβουλήν, ἐν μεγάλῃ τιμῇ εἰσιν . Υμᾶς δὲ βασιλε...
Il compito di ogni scienziato è diffondere cultura e condividere la conoscenza (knowledge sharing)