Passa ai contenuti principali

Post

Visualizzazione dei post con l'etichetta novella Gige e Candaule

La novella di Gige e Candaule [Erodoto, Storie, 1, 8-12]

Erodoto - Gige e Candaule (Hdt. I 8-12) Οὗτος δὴ  ὦν  ὁ Κανδαύλης  ἠράσθη  τῆς  ἑωυτοῦ  γυναικός,  ἐρασθεὶς  δὲ  ἐνόμιζέ  οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην. Ὥστε δὲ ταῦτα νομίζων , ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης ὁ Δασκύλου ἀρεσκόμενος μάλιστα, τούτῳ τῷ Γύγῃ καὶ τὰ  σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο ὁ Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων . Χρόνου δὲ οὐ πολλοῦ   διελθόντος ,  χρῆν  γὰρ Κανδαύλῃ  γενέσθαι  κακῶς,  ἔλεγε  πρὸς τὸν Γύγην τοιάδε· "Γύγη, οὐ γάρ σε  δοκέω πείθεσθαί  μοι  λέγοντι  περὶ τοῦ εἴδεος τῆς γυναικός (ὦτα γὰρ τυγχάνει ἀνθρώποισι   ἐόντα ἀπιστότερα ὀφθαλμῶν ), ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν." Ὁ δὲ μέγα  ἀμβώσας   εἶπε · "Δέσποτα, τίνα  λέγεις  λόγον  οὐκ ὑγιέα , κελεύων με δέσποιναν τὴν ἐμὴν  θεήσασθαι γυμνήν; Ἅ...