I figli di Tarquinio Versione di Greco Dionigi di Alicarnasso
Ο Ταρκύνιος τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τῖτον ὑπὲρ τοῦ λοιμοῦ· τήν τ᾽ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος συνέπεμψε τὸν Βροῦτον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν , ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν . Ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν ἐπέμφθησαν , ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες , ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι · ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου , μετὰ τοῦτ´ ἠρώτων τὸν θεόν τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν , ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε , τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι . Οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν , ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη , προσκύψας κατεφίλησε...