Odissea di Omero (Libro V, versi 428-451) Testo greco Ἀμφοτέρησι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετο στενάχων, εἷος μέγα κύμα παρῆλθε. 430 καὶ τὸ μὲν ὡς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο πρὸς κοτυληδονόφιν πυκιναὶ λάϊγγες ἔχονται, ὡς τοῦ πρὸς πέτρησι θρασειάων ἀπὸ χειρῶν 435 ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμ' ἐκάλυψεν. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ' Ὀδυσσεύς, εἰ μὴ ἐπιφροσύνην δώκε γλαυκώπις Αθήνη· κύματος ἐξαναδύς, τά τ' ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι 440 ἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο ἶξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο· ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· 445 - "κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ' ἱκάνω φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς. αἰδοῖος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν, ἀνδρῶν ὅς τις ἵ...