La serenità della vita matrimoniale comincia a offuscarsi
Versione di greco Lisia, "Per l'uccisione di Eratostene", 1, 6-8 [6] Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ’ ἐκείνῃ εἶναι ὅ τι ἂν ἐθέλῃ ποιεῖν , ἐφύλαττόν τε ὡς οἷόν τε ἦν , καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν . ἐπειδὴ δέ μοι παιδίον γίγνεται , ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνῃ παρέδωκα , ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι · [7] ἐν μὲν οὖν τῷ πρώτῳ χρόνῳ, ὦ Ἀθηναῖοι, πασῶν ἦν βελτίστη· καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς καὶ ἀκριβῶς πάντα διοικοῦσα · ἐπειδὴ δέ μοι ἡ μήτηρ ἐτελεύτησεν , ἣ πάντων τῶν κακῶν ἀποθανοῦσα αἰτία μοι γεγένηται – [8] ἐπ’ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἡ ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα χρόνῳ διαφθείρεται · (in verde i participi , in giallo tutti gli altri tempi verbali, sottolineati i genitivi assoluti) Traduzione in italiano [6] Io dunqu...